Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.54 Dem. 22.57 (English) >>Dem. 22.61

22.56οὕτω δʼ αἰσχρῶς καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς ὥστε τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι. εἶτʼ ἐπὶ τούτοις, ὡς ὁτιοῦν ἐξὸν ἑαυτῷ ποιεῖν, Σινώπην προσηνεχύραζεν καὶ Φανοστράτην, ἀνθρώπους πόρνας, οὐ μέντοι ὀφειλούσας εἰσφοράς. 22.57καίτοι εἴ τισιν ἄρα δοκοῦσʼ ἐπιτήδειαι ʼκεῖναι παθεῖν, ἀλλὰ τὸ πρᾶγμά γʼ οὐκ ἐπιτήδειον γίγνεσθαι, τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπʼ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων. πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι. ἀλλʼ οὐ ταῦτα λέγουσιν οἱ νόμοι, οὐδὲ τὰ τῆς πολιτείας ἔθη, φυλακτέον ὑμῖν· ἀλλʼ ἔνεστʼ ἔλεος, συγγνώμη, πάνθʼ προσήκει τοῖς ἐλευθέροις. 22.58ὧν οὗτος ἁπάντων εἰκότως οὐ μετέχει τῇ φύσει οὐδὲ τῇ παιδείᾳ· πολλὰ γὰρ ὕβρισται καὶ προπεπηλάκισται συνὼν οὐκ ἀγαπῶσιν αὐτὸν ἀνθρώποις, ἀλλὰ δοῦναι μισθὸν δυναμένοις· ὧν προσῆκέ σοι τὴν ὀργὴν οὐκ εἰς τῶν πολιτῶν τὸν τυχόντʼ ἀφιέναι οὐδʼ εἰς τὰς ὁμοτέχνους πόρνας, ἀλλʼ εἰς τὸν τοῦτον τὸν τρόπον σε θρέψαντα.

22.59ταῦτα τοίνυν ὡς μὲν οὐ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους, οὐχ ἕξει λέγειν οὗτος· οὕτω δʼ ἐστὶν ἀναιδὴς ὥστʼ ἐν τῷ δήμῳ, προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ τῆσδε τῆς γραφῆς, ἐτόλμα λέγειν ὡς ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς ἐχθροὺς ἐφʼ ἑαυτὸν εἵλκυκε καὶ νῦν ἐν τοῖς ἐσχάτοις ἐστὶ κινδύνοις. ἐγὼ δʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, βούλομαι δεῖξαι τοῦτον οὔτε πεπονθότʼ οὐδʼ ὁτιοῦν κακὸν οὔτε μέλλοντα πάσχειν οὐδὲν διʼ ὧν ὑπὲρ ὑμῶν ἔπραξε, διὰ μέντοι τὴν αὑτοῦ βδελυρίαν καὶ θεοισεχθρίαν πεπονθότα μὲν μέχρι τῆσδε τῆς ἡμέρας οὐδέν, πεισόμενον δʼ, ἂν τὰ δίκαια ποιῆθʼ ὑμεῖς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.54 Dem. 22.57 (English) >>Dem. 22.61

Powered by PhiloLogic